Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.251 Joseph. AJ 3.255 (English) >>Joseph. AJ 3.260

3.253ταῦτα μὲν γὰρ τῷ θεῷ προσάγειν νόμιμον μόνον, εἰς δὲ δεῖπνον τοῖς ἱερεῦσι σκευάζεται καὶ καταλιπεῖν οὐδέν ἐστιν ἐξ αὐτῶν εἰς τὴν ἐπιοῦσαν συγκεχωρημένον· ὁλοκαυτωθησομένους μόσχους τε θύουσι τρεῖς καὶ κριοὺς δύο καὶ ἄρνας τεσσαρεσκαίδεκα, ἐρίφους δὲ δύο ὑπὲρ ἁμαρτημάτων. 3.254ἔστι δʼ οὐδεμία τῶν ἑορτῶν, καθʼ ἣν οὐχ ὁλοκαυτοῦσιν οὐδὲ τῶν πόνων τῶν ἐπὶ τοῖς ἔργοις ἄνεσιν οὐ διδόασιν, ἀλλʼ ἐν πάσαις νόμιμον τό τε τῆς θυσίας εἶδος καὶ τὸ τῆς ἀργίας ἀταλαίπωρον καὶ πρὸς εὐωχίαις εἰσὶ τεθυκότες. 3.255

Ἐκ μέντοι τοῦ κοινοῦ σῖτος ὀπτὸς ζύμης ἄμοιρος, ἀσσαρῶνες δʼ εἴκοσι καὶ τέσσαρες εἰς τοῦτο ἀναλοῦνται. ὀπτῶνται δὲ ἀνὰ δύο διαιρεθέντες μὲν τῇ πρὸ τοῦ σαββάτου, τῷ δὲ σαββάτῳ πρωῒ κομισθέντες ἐπὶ τῆς ἱερᾶς τραπέζης τίθενται κατὰ ἓξ εἰς ἀλλήλους τετραμμένοι. 3.256δύο δὲ χρυσέων ὑπερκειμένων πινάκων λιβανωτοῦ γεμόντων διαμένουσιν ἕως τοῦ ἑτέρου σαββάτου· καὶ τότε μὲν ἀντʼ ἐκείνων ἄλλοι κομίζονται, οἱ δὲ τοῖς ἱερεῦσι πρὸς τροφὴν δίδονται, καὶ τοῦ λιβανωτοῦ θυμιωμένου ἐπὶ τῷ ἱερῷ πυρί, ἐφʼ καὶ ὁλοκαυτοῦσι τὰ πάντα, λιβανωτὸς ὑπὲρ ἐκείνου ἄλλος ὑπὲρ τῶν ἄρτων προστίθεται. 3.257θύει δʼ ἱερεὺς ἐκ τῶν ἰδίων ἀναλωμάτων, καὶ δὶς ἑκάστης ἡμέρας τοῦτο ποιεῖ, ἄλευρον ἐλαίῳ μεμαγμένον καὶ πεπηγὸς ὀπτήσει βραχείᾳ, καὶ εἷς μέν ἐστιν ἀσσάρων τοῦ ἀλεύρου, τούτου δὲ τὸ μὲν ἥμισυ τὸ πρωΐ, τὸ δʼ ἕτερον δείλης ἐπιφέρει τῷ πυρί. τὸν μὲν οὖν περὶ τούτων λόγον ἀκριβέστερον αὖθις δηλώσομεν, ἱκανὰ δέ μοι δοκεῖ καὶ νῦν περὶ αὐτῶν προειρῆσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.251 Joseph. AJ 3.255 (English) >>Joseph. AJ 3.260

Powered by PhiloLogic